Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.21 Dem. 27.24 (English) >>Dem. 27.27

27.23ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον. 27.24πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν πατήρ, ἀφανίζουσι δʼ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δʼ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μʼ ἀποστεροῦσι. τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρʼ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν· αὐτοὶ δὲ λῆμμα μὲν παρʼ αὐτῶν ἐν δέκʼ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλʼ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας· εἰς τοῦτʼ ἀναιδείας ἐλήλυθεν. 27.25αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας. τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν λαβών, πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, τίς ἀφείλετο, πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.21 Dem. 27.24 (English) >>Dem. 27.27

Powered by PhiloLogic